Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.281 Joseph. AJ 13.287 (English) >>Joseph. AJ 13.292

13.285Κλεοπάτρα γὰρ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν. 13.286παραδοῦσα δὲ τούτοις Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν Καππάδοξ λέγων οὕτως· 13.287οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον· μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν.” ταῦτα μὲν οὖν Στράβων φησίν. 13.288

Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων εὐπραγία, μάλιστα δʼ οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατʼ ἀρχιερέως εὐθὺς πιστεύεσθαι. 13.289μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπʼ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφʼ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.281 Joseph. AJ 13.287 (English) >>Joseph. AJ 13.292

Powered by PhiloLogic